Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.902
Not analysed yet
αὐτῶν εἰς τὸ βάθος τὰς ἡλκωμένας ἐξοχάς. ἴστε γοῦν ἐμὲ χρώμενον ἐπ' αὐτῶν δέρμασί τε θαλαττίων κητῶν τραχέσι καὶ σηπίας ὀστράκοις καὶ κισσήρει, καὶ τούτων μὴ παρόντων αὐτῷ τῷ κυαθίσκῳ τῆς μήλης στενὸν ἐχούσης, οὐκ εὐρὺ τὸ πέρας. ἀλλὰ καὶ τοὺς ἀχῶρας καὶ τὰ κηρία καλούμενα καὶ τὰς μυρμηκίας, ὅσα τε ἄλλα τοιαῦτα φαρμάκοις ἐκτῆξαι βουλόμεθα, προτραχύνοντες ἤτοι διὰ τῶν ἡμετέρων ὀνύχων μετρίως ἢ δι' ὀθόνης σκληρᾶς ἢ διά τινος τῶν προειρημένων, οὕτως ἐπιτίθεμεν αὐτοῖς τὰ φάρμακα. σκληρῦναι, μαλθάξαι· καὶ τούτων ἡμῖν χρεία γίνεται πολλάκις μὲν ἐφ' ὅλου τοῦ σώματος, ἐνίοτε δὲ ἐφ' ἑνὸς μορίου. τοὺς μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχοντας ὅλην τὴν ἕξιν τοῦ σώματος σκληρύνομεν διά τε σινδόνων προανατρίβοντες καὶ σκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντες ἐν κόνει. τοὺς δ' οὐ φέροντας ταῦτα φαρμάκοις ξηραίνουσι προσπλαστικοῖς ἀλουσίᾳ τε καὶ ταῖς εἰρημέναις τρίψεσι, πρὸς δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖς παραυξήσεσιν αὐτῶν. ἓν δὲ μόριον ἐνίοτε διακείμενον οὕτως ἀνὰ |