Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.903
Not analysed yet
λόγον οἷς εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιστα φαίνεται συνεχῶς τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων, ὅταν σαρκωθῇ, τὴν ἐπούλωσιν οὕτω ποιούμεθα. σκληρυνομένη γὰρ ἡ σὰρξ δερματοῦται καὶ οὐλὴ γίνεται. πάλιν δὲ ἐκ τῶν ἐναντίων μαλθάσσεται τά τε τετυλωμένα καὶ τῶν φλεγμονῶν αἱ σκιρρούμεναι, καθ' ὃν τρόπον καὶ ἡ τοῦ σκιρρουμένου σπληνὸς ἴασις γίνεται. καὶ <μέντοι καὶ> τὸ παχυνόμενον δέρμα κατὰ τὸ πάθος, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν δὲ τὰς σκληροτέρας τοῦ προσήκοντος μᾶλλον μαλάσσομεν, ὥσπερ τὰς πάνυ μαλακὰς σκληρύνομεν. Ἐπεγεῖραι, ναρκῶσαι. Τὸ μὲν ἐπεγεῖραι τὴν αἴσθησιν καὶ τὴν κίνησιν τῶν ἐκλελυμένας ἐχόντων αὐτὰς εὔδηλόν ἐστιν οὐ σμικρὰν χρείαν παρέχον τοῖς