Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.911
Not analysed yet
μα τοῦ ποιοῦντος αὐτὴν πάθους. ἔμαθες γὰρ ὡς οὐδενὸς συμπτώματος ἡ θεραπεία γίνεται πρώτως, ἀλλ' ἀεὶ τῆς ἐργαζομένης αὐτὸ διαθέσεως. εἰ δέ τις οὐδέποτε μὲν πρώτως, ἐνίοτε δὲ <κατὰ> συμβεβηκὸς φαίη τὰ ὅμοια τῶν ὁμοίων εἶναι θεραπευτικά, διὰ μέσων τῶν πρώτως ἐναντίων, ἀληθῆ τέ φησι καὶ μεμάθηκας ἐπιστημονικῶς αὐτὸ διά τε τῆς Θεραπευτικῆς πραγματείας καὶ προσέτι διὰ τῶν Εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων. ὃ δὲ λέγουσί τινες ὡς καύσας τις ἰσχίον, ὡς ἐπὶ τῶν ἰσχιαδικῶν, δι' ὀδύνης ὀδύνην ἰάσατο, πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην ἐθεραπεύθη τὸ πάθος, ἀλλὰ διὰ τὴν καῦσιν, ᾗ συμβέβηκε κατὰ τύχην ὀδύνη. θλάσας γέ τοί τις ἢ τεμὼν ἢ ὅπως ἑτέρως εἰς ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάσαιτο. καίτοι γ' εἴπερ ἦν ἡ ὀδύνη τῆς ὠφελείας αἰτία, διὰ παντὸς ἂν ἐθεράπευεν ἰσχιάδας. οὕτω δὲ καὶ τὸν ὀδυνώμενον ὀδόντα δι' ὀδοντάγρας κομισάμενός τις ἀνώδυνον εἰργάσατο τὸν ἄνθρωπον οὐ διὰ τὴν γενομένην ὀδύνην ἐξαι|