Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.910
Not analysed yet
ὑπὸ τῶν ἐναντίων, |ὅπερ αὐτὸς ὁ Ἱπποκράτης ὑπονοήσας τινὰς οἰήσεσθαι δι' ἑνὸς παραδείγματος ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν Ἀφορισμοῖς γράψας· "ἔστιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται." ψυχρὸν γὰρ πάθος ὄντα τὸν τέτανον ὁμοίῳ βοηθήματι δόξει τις λύεσθαι, ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δ' οὐχ οὕτως ἔχει, θερμασίας γὰρ ἐπανάκλησιν ποιησάμενον ὠφελεῖ· ὡς εἴ γε μὴ ποιήσαιτο ταύτην, ἐσχάτως βλάψει. ὥσπερ δὲ τοῦτο δοκοῦν εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτε πάθος ψυχρὸν τὸν τέτανον, οὕτως ἕτερα θερμαίνοντα κατὰ συμβεβηκὸς ψύχει, διαφοροῦντα τὴν πυρώδη θερμασίαν. καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ γέγραπται διὰ τῶν ἐναντίων βοηθημάτων τῷ πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεσθαι διὰ παντός. οἱ δὲ δι' ὀδύνης μείζονος ἡγούμενοι θεραπεύεσθαι τὴν ἐλάσσονα μέγιστόν τι παρορῶσιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν ἐργάζεται τῆς ὀδύνης, ἀλλὰ τὸ σὺν τῇ ὀδύνῃ βοήθη|