Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.913
Not analysed yet
τῳ θεραπεύεσθαι πολλάκις καὶ κλυστῆρι δριμεῖ διαχωρήματα δακνώδη. ἔστι δὲ κἀνταῦθα μία μὲν ἴασις ἐκκόψαι τὴν διάθεσιν, ὑφ' ἧς ἤτοι ναυτιώδεις εἰσὶν ἢ συνεχῶς ἐξ<αν>ίστανται δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶς, ὡς ἐμάθετε, καθ' ἕνα μὲν τρόπον ἐκκενωσάντων ἡμῶν τοὺς χυμούς, ὅσοι τήν τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργάσαντο, καθ' ἕτερον δὲ πεψάντων τε καὶ μεταβαλόντων εἰς ποιότητα χρηστὴν ἢ ἐπικερασάντων. ἐδείχθη δὲ κἀπὶ τούτων ἡ ἴασις ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλως ἐκκενῶσαι τὸν ἀλλότριόν τε καὶ παρὰ φύσιν χυμὸν ἐναντίον ἐστὶ τῷ ἴσχειν, ἥ τε κατὰ ποιότητα μεταβολὴ διὰ τῆς ἐναντίας γίνεται ποιότητος. ἀλλ' οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου καθ' ὅλην τὴν Θεραπευτικὴν μέθοδον ἀεὶ διὰ τῶν ἐναντίων γίνεσθαι τὴν θεραπείαν. ἐπεὶ δὲ <πολλοὶ> πολλάκις ὑπό τε τῶν ἐμπειρικῶν καὶ τῶν μεθοδικῶν λόγων παραγόμενοι διαβάλλειν ἐπιχειροῦσιν αὐτό, παραπλησίους λέγοντες λόγους οἷς ἄρτι |