Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.914
Not analysed yet
διῆλθον, ἴσως ἄμεινόν ἐστι μετὰ τὸ συμπληρῶσαι τὴν ἐξήγησιν τοῦ προκειμένου ποιῆσαί τι βιβλίον, ἐν ᾧ δειχθήσεται "τὰ ἐναντία τῶν ἐναντίων ἰάματα" ὑπάρχοντα μόνα πρώτως τε καὶ καθ' ἑαυτά. κατὰ συμβεβηκὸς γὰρ καὶ φαλακρὸς ἰατρὸς φαλακρὸν ἄρρωστον ὅμοιος ὅμοιον ἰᾶσθαι δύναται καὶ φοξὸς φοξὸν καὶ χωλὸς χωλόν. τὸ δὲ γενησόμενον βιβλίον ἐπιγραφήσεται Περὶ τοῦ καλῶς ὑπὸ <τοῦ> Ἱπποκράτους εἰρῆσθαι τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. νυνὶ δ' ἀφικώμεθα πάλιν ἐπὶ τὴν τῆς προκειμένης ῥήσεως ἐξήγησιν, ἐν ᾗ διὰ τοῦ ο καὶ ρ τὴν πρώτην συλλαβὴν ἔφην ἐν τοῖς παλαιοῖς ἀντιγράφοις γεγράφθαι μετὰ τοῦ καὶ τοὺς παλαιοτάτους ἐξηγητὰς ἐπίστασθαι ταύτην. ἐφυλάξαντο δὲ αὐτὴν καὶ οἱ περὶ τὸν Διοσκορίδην καίτοι πολλὰς τῶν ἀρχαίων γραφῶν ὑπαλλάττοντες. εἴη ἂν οὖν ὁ Ἱπποκράτης ὡς ἐν ὑπομνήματι γεγραφὼς ἑαυτῷ καθάπερ ἄλλας πολλὰς συμβολικῶς τε καὶ βραχέως, οὕτω καὶ τὸ ὀργάσασθαι τὸ ὅμοιον. προειρηκὼς <γὰρ> ὡς ἐνίοτε [ὅτε] βέλτιόν ἐστι συμπράττειν τοῖς <ἐκ>κρινομένοις ἐπήνεγκεν ὀργάσασθαι τὸ ὅμοιον, |