Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.916
Not analysed yet
λελέχθαι τὰ τοῖς τόποις οὐκ οἰκεῖα. τὴν δ' |αὐτὴν ἐξήγησιν ποιησόμεθα καὶ κατὰ τὴν ἑτέραν γραφήν, ἐφ' ἧς ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε καὶ ρ γέγραπται. τὸ γὰρ ἐργάσασθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαστον ἡμῶν ἐργάσασθαι χρῆναι ἐκχυμουμένους χυμοὺς ὁμοίους τοῖς κενουμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἀνομοίους ὁμοίους ποιητέον. δύναται δ' ἴσως, ὥσπερ ᾠήθησαν ἔνιοι, τὸ "ὀργίσασθαι" ἐκ μεταφορᾶς ἀπὸ τῶν ὀργώντων εἰρῆσθαι ζῴων. καὶ γὰρ <αὐτῷ> φαίνεται χρώμενος αὐτὸς οὕτως, ὅταν εἴπῃ· "φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν." ἐπὶ γὰρ τῶν ἑτοιμοτάτων εἰς ἔκκρισιν ἐπειγομένων τε πρὸς κένωσιν ὑγρῶν ἐνταῦθά τε καὶ κατ' ἄλλους Ἀφορισμοὺς φαίνεται χρώμενος τῇ "ὀργᾶν" φωνῇ. οὕτως οὖν καὶ νῦν εἰκός φασιν εἰρῆσθαι περὶ τῶν χυμῶν "ὀργίσασθαι" τὸ πρὸς ἔκκρισιν ἑτοίμους αὐτοὺς παρασκευάσαι. πάλιν οὖν ἀφ' ἑτέρας ἀρχῆς εἴς τι χρήσιμον ἀγάγωμεν ὡς οἷόν τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη τὰ ἄνω ἀρθέντα κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτό, τὰ μὲν ἀρθέντα τὰ οἷον ὁρμήσαντα δηλοῦν ἡγητέον, ἵνα περὶ |