Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.917
Not analysed yet
τῆς πρώτης γενέσεως τοῦ πάθους ὁ λόγος αὐτῷ γένηται, κελεύοντι πρὸς τοὺς ἐναντίους τόπους ἀντισπᾶν αὐτίκα, κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεσιν, ἄνωθεν δὲ ἐπὶ τῶν κάτωθεν, ὅπως τῷ μὲν αὐτῷ λογισμῷ χρώμενοι τὴν βοήθειαν ποιώμεθα, πρὸς διαφέροντας δὲ ἄγωμεν τόπους <τὸ πλῆθος>. ἐὰν γοῦν αἰσθώμεθα κατασκῆπτον εἰς πόδας καὶ σκέλη ῥεῦμα, διὰ τῶν κατ' ἀγκῶνα φλεβῶν ἀφαιρήσομεν αἵματος ἢ καθαροῦμεν ἐμέτοις, οὐχ ὥσπερ ἔνιοι νομίζουσι μηδέποτε <δεῖν> ἀντισπᾶν ἄνω, κἂν εἰς τὰ κάτω χωρία τὴν ὁρμὴν τῶν χυμῶν ποιησαμένων μέγα τι μέλλῃ γενέσθαι πάθος ἐν αὐτοῖς. ἔστι δὲ καὶ τὸ ἄνω[θεν] ἀρθέντα νοεῖν εἰρῆσθαι κατὰ τῶν ὁρμησάντων χυμῶν ἄνω, ἵνα τὸ ἀρθέντα κυριώτερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ καὶ νῦν μένει. τοὺς μὲν γὰρ αἰρομένους ἄνω χυμούς, τουτέστι μετεωριζομένους, ἀντισπᾶν χρὴ κάτω μὴ καλῶς ὁρμῶντας, τοὺς δ' ἔμπαλιν ἐναντίως, οἷον ἐπὶ κεφαλῆς κάθαρσίν τε διὰ ὑπηλάτου φαρμάκου παραλαμβάνοντας καὶ φλεβοτομίαν ἀπ' ἀγκῶνος. ἀμφότερα γὰρ ἐκκενοῦσι καὶ ἀντισπῶσι κάτω. |