Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.918
Not analysed yet
πιθανὸν δ' ἐστὶ <τὸ> καὶ τἀναντία λελέχθαι πρὸς αὐτοῦ κατὰ τοιαύτην τινὰ διάνοιαν· "τὰ ἄνω[θεν] ἀρθέντα καὶ γεννηθέντα πάθη κάτω μὲν ἀντισπᾶν εὐθέως ἐν ἀρχῇ προσήκει, καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆς," ὅπερ ἐστὶ τοπικῶς κενοῦν, οἷον ἐπὶ κεφαλῆς. "τῷ" γοῦν "<τὰ> ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφελέει", τοπικὸν οὖσα βοήθημα. "Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, <ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται>." |