Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.920
Not analysed yet
βραχύπνους. εἴρηται δὲ αὐτάρκως ἡμῖν ὑπὲρ ἑκατέρας τῶν γραφῶν ἐν τοῖς Εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνήμασιν. Κατ' ἴξιν καὶ πλευρέων ὀδύνη καὶ συντάσιες ὑποχονδρίων καὶ σπληνὸς ἐπάρσιες καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ <εἰς> ὦτα κατ' ἴξιν τούτων τὰ πλεῖστα, ταὐτὰ καὶ εἰς ὀφθαλμούς. Ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει, καθότι νῦν γέγραπται. σπανίως δ' ἂν εὕροις καὶ τήνδε· "κατ' ἴξιν καὶ πλευρέων ὀδύνης καὶ τῶν ὑποχονδρίων τάσιος καὶ σπληνὸς ἐπάρσιος καὶ ἐκ ῥινῶν ῥήξιες", ἥντινα κἀγὼ προσίεμαι γραφὴν οὖσαν ἰατρικήν τε καὶ σαφῆ. τὸ μέντοι δηλούμενον κἀκ τῆς ἑτέρας λέξεως ταὐτόν ἐστι. καὶ προεξηγησάμεθα δ' <ἐν τοῖς> Εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ταύτην τὴν ῥῆσιν. νυνὶ μέντοι περιττότερον πρόσκειται τὸ τῶν ὤτων καὶ τῶν ὀφθαλμῶν, ὡς καὶ τούτων τῶν μορίων ὑποπεπτωκότων τῷ κατ' ἴξιν, ὥσπερ καὶ τὰ ἄλλα διττῶς. |