Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.921
Not analysed yet
ἐνίοτε μὲν γὰρ ἐξ ἑαυτῶν εἰς ἕτερά τινα μόρια τὰς ἀποθέσεις ποιεῖται κατ' εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων πασχόντων εἰς ὀφθαλμοὺς ἢ εἰς οὖς ταῦτα ἀποσκήπτει. Πότερον μὴν ἄρα πάντα ἢ τὰ μὲν κάτωθεν ἄνω <κατ' ἴξιν>, οἷα τὰ παρὰ γνάθους ἢ παρ' ὀφθαλμὸν ἢ παρ' οὖς, τὰ δὲ ἄνωθεν κάτω οὐ κατ' ἴξιν. καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα καὶ πλευρέων ὀδυνήματα κατ' ἴξιν. Ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὐκέθ' ἡ λέξις αὕτη πρόσκειται, καθ' ἣν ἀπορεῖ, πότερον ἐκ μὲν τῶν κάτω<θεν> τῆς ἀποστάσεως ἄνω γινομένης [χρήσιμον] ἀεὶ φυλάττεται τὸ κατ' εὐθυωρίαν, ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφέρονταί τε καὶ γίνονταί τινες οὐ κατ' ἴξιν ἀποστάσεις. ἄδηλον οὖν ἐστιν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ τὸ δεύτερον |