Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.939
Not analysed yet
νοσώδους [καὶ] διαθέσεως. ἐξηγεῖται <δὲ> νῦν τὰ γνωρίσματα τῆς ἐγκαταλειπομένης διαθέσεως νοσώδους. Πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοῦτοι, ὑποστροφώδεες δέ. Καὶ τοῦθ' ἕν ἐστι τῶν συντελούντων εἰς τὴν τῶν ἐσομένων ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ ταχέως κρίνονται καὶ δι' ἐκκρίσεων ἴσχουσι τελείαν τὴν λύσιν. οἱ δ' οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι καὶ λύσεις ἐλλιπεῖς ποιησάμενοι μετὰ ταῦτα πάλιν ὑποστρέφουσι καὶ <διὰ> δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἴσχουσι τελείαν τὴν λύσιν. Τὰ ἐγκαταλειπόμενα μετὰ κρίσιν ὑποστροφώδεα. |