Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.938
Not analysed yet
αἱ κρίσεις γίνονται τῶν νόσων, ἐφ' ὧν προσήκει λέγεσθαι τὸ ἐγκαταλείπεσθαι. Δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον. Ὅταν τοῦ πυρετοῦ παυσαμένου μείνῃ τινὰ τῶν συμπτωμάτων, ἐγκαταλείπεσθαί τι λέγεται τῆς νόσου λείψανον. ἐμνημόνευσεν οὖν ὁ Ἱπποκράτης ὡς ἐν παραδείγματι κυριώτατα τῶν ὑπολειπομένων δίψαν καὶ στόματος ξηρότητα καὶ ἀηδίαν καὶ ἀποσιτίαν, τουτέστιν ἀνορεξίαν, ὥστε ἐξήγησις αὕτη ἡ ῥῆσίς ἐστι τοῦ προειρημένου κατὰ τὴν ἔμπροσθεν ῥῆσιν, ἔνθα φησί· "καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται." διττῶς γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπεσθαι, καθ' ἕνα μὲν τρόπον ἐπὶ τοῦ νοσοποιοῦντος χυμοῦ, καθ' ἕτερον δὲ ἐπὶ τῆς |