Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.941
Not analysed yet
Ὅσοι τριταιοφυεῖς, τούτοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ. Τίνας ποτὲ λέγει τριταιοφυεῖς, †ἐξήγηται, διότι καὶ περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων ***. ἓν γὰρ μόνον ὡμολόγηται τοῖς νεωτέροις ἰατροῖς ἐν τῇ τῶν εἰρημένων· ὀνομάτων ἐξηγήσει τὸ κατὰ τῶν ἀκριβῶν τριταίων, ὡς ἐντὸς τῶν δώδεκα ὡρῶν αὐτὸν περιγράφεσθαι, τὰς δὲ ὑπολοίπους ὥρας ἀπυρέτους εἶναι. τῆς γὰρ τῶν μεθοδικῶν ἀλλοκότου χρήσεως τοῦ τῶν ἡμιτριταίων ὀνόματος οὐδὲ μεμνῆσθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴς τριταῖος ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυσμόν, ὁ πέντε καὶ δέκα ὥρας παροξυνόμενος <καὶ> ἅπαντα τὸν ὑπόλοιπον χρόνον ἔχων ἀπύρετον ὀνομασθήσεται τριταῖος ἁπλῶς ἄνευ προσθήκης, εἰ δὲ βούλοιτό τις ἀκριβολογεῖσθαι, τριταῖος οὐκ ἀκριβής. καὶ εἴπερ αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· "πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης