Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.942
Not analysed yet
ἰσχυρότεροι |γίνονται, πάντες κακοί. ὅτῳ δ' ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι," ἅπαντες οἱ διὰ τρίτης μὲν παροξυνόμενοι, παυόμενοι δὲ εἰς ἀπυρεξίαν ἀκίνδυνοι γενήσονται. ἀλλ' εἴπερ ἀκινδύνους τούτους εἶναι φήσομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ Ἱπποκράτους, οὐκ ἀκίνδυνον δὲ τὸν ἡμιτριταῖον αὐτὸς οἶδεν, οὐκ ἔσται τῶν διαλειπόντων ὁ πυρετὸς οὗτος. ἀλλ' οἱ μὲν οὐκ ἔλαττον τῶν εἴκοσι τεσσάρων ὡρῶν ἔχοντες <τὸ> τοῦ διαλείμματος ἅπαντες ἁπλῶς τριταῖοι λεχθήσονται. οἷς δὲ τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ παροξυσμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι. προσήκουσι δὲ τοὐπίπαν εἰς τὰ τρία διαστήματα, τεττάρων τῶν πάντων ὄντων κατὰ τὴν διὰ τρίτης ἡμέρας περίοδον. δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτες ἐν τῷ μεταξὺ τῶν δύο παροξυσμῶν γίνονται πᾶσι τοῖς διὰ τρίτης παροξυνομένοις. σπανίως δ' ἂν εὕροις τὸν ὑπὲρ τὰ τρία διαστήματα παροξυνόμενον εἰς ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ τὸν Ἀγαθῖνον εἰώθασι μέγαν ἡμιτριταῖον ὀνομάζειν, ὥσπερ |