Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.948
Not analysed yet
τῷ πν<εύματι> γίγνεσθαι. τινὲς δ' οὐχ ἁπλῶς τὸ κακόηθες ἅπαν ἡγοῦνται λέγειν αὐτὸν θηριῶδες, ἀλλ' ἔνιοι μὲν τὴν φθίσιν, ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων θηρίοις κατά γε τοῦτο ἐοικότες φαίνονται. τινὲς δὲ θηρίωμα καλεῖσθαί φασιν ἰδίως τὸ ἐν τῷ πνεύμονι ἕλκος. ἔνιοι δ' ὅταν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀνέλθωσιν ἕλμινθες, ἐρεθίζειν αὐτάς φασι βῆχας, μήτε <τῷ> λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι μήτε τῇ πείρᾳ. τὸ κακόηθες οὖν ἄμεινον ἀκούειν θηριῶδες, ἐάν τε ἀπὸ κεφαλῆς καταφερομένου ῥεύματος βήττωσιν, ἐάν τε ἐφ' ἕλκει τῶν κατά τι τῶν ἀναπνευστικῶν ἢ τοῖς κατὰ ταῦτα γινομένοις ἀποστήμασιν, ἐάν τε ἐπὶ τοῖς καλουμένοις ἐμπυήμασιν. ἕτεραι δὲ τούτων εἰσὶν αἱ οὐ κακοήθεες αἱ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τραχύτητα τῆς φάρυγγος ἢ τῆς τραχείας ἀρτηρίας ἀποτελούμεναι, ποτὲ μὲν ἐξ ἐδεσμάτων ἢ πομάτων τραχυνόντων, ἐνίοτε δὲ κἀκ τοῦ περιέχοντος ἀέρος. ἐν γοῦν Ἀφορισμοῖς αὐτὸς ἔγραψεν· "Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραί, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, |