Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.947
Not analysed yet
ἴσον δύναται τῷ οὐ κατὰ |λόγον διψώδεες. ἐν γὰρ τοῖς καυσώδεσι πυρετοῖς ἄνευ ξηρᾶς βηχὸς ἰσχυρῶς γίνονται διψώδεις. ἐὰν δὲ προσγένηται ξηρὰ βήξ, ἄδιψοι μὲν οὐ δύνανται γενέσθαι. θραύεται δ' αὐτῶν τὸ σφοδρὸν τοῦ δίψους, ὡς διψῆν μὲν ἔτι, μὴ μέντοι κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δ' ἐρεθιζούσας βραχὺ γίνεσθαι τὰς βῆχας οὐκ ἀργῶς πρόσκειται. σφοδραὶ γὰρ γινόμεναι διαθερμαίνουσι τὰ κατὰ θώρακά τε καὶ πνεύμονα μόρια κἀκ τούτου τόν τε πυρετὸν ἐπαύξουσι καὶ τὴν δίψαν. μικραὶ δ' εἴπερ εἶεν αἱ βῆχες ἐκ διαλειμμάτων τε μακροτέρων γινόμεναι, μέχρι τοσούτου κινοῦσι τὰ μόρια, μέχρι τοῦ παραγενέσθαι τινὰ εἰς αὐτὰ <λεπτὴν> ὑγρότητα. καὶ οὕτω συμβήσεται μήτε σπαράττειν αὐτὰς ἰσχυρῶς μήτ' ἐξάπτειν τὸν πυρετὸν ὑγρότητά τε παρέχειν τοῖς μορίοις πρὸς τὰ κινούμενα κατὰ τὰς βῆχας ἀφικνουμένην μετρίαν, δι' ἣν οἱ κάμνοντες ἀδιψότεροι γενήσονται. γινομένων δὲ βηχῶν ξηρῶν [καὶ] διά τινα κακοήθειαν τοῦ νοσήματος, ἣν ἐφεξῆς ὁποία τίς ἐστιν ἐρῶ, ταύτης ἀφορίζων τὰς ἐν τῷ νῦν λόγῳ βῆχας, οὐ τῷ θηριώδει φησὶν αὐτὰς, ἀλλὰ |