Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.950
Not analysed yet
κινήσεις γινομένους ἢ κἂν αὐτόματοι συστῶσι |τὴν κοπιώδη φέροντας αἴσθησιν. τὰ μὲν δὴ τοιαῦτα σχεδὸν οὐδεὶς παραφυλάττει τις ἰατρός, οὔτε τῶν νῦν ὄντων οὔτε τῶν ἔμπροσθεν γεγονότων, καίτοι παράδειγμα τὴν Ἱπποκράτους ἔχοντες ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖσθαι τοὺς ἀληθείας ἀντιποιουμένους αὐτῆς δι' ἑαυτήν, οὐ διὰ δόξαν ἢ χρηματισμόν. ἐγὼ δ' οὖν ἐνόησα ἄμεινον εἶναι τῇ πείρᾳ βασανίσαι τὸ λεγόμενον. τοῖς μὲν ἀπὸ τῶν ἔξωθεν πόνων κοπιώδεσι πυρετοῖς εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία, τοῖς δ' ἄλλοις οὐ πάντως τι, καὶ αὐτοῖς δὲ τοῖς διὰ τοὺς ἔξωθεν πόνους οὐχ ἁπλῶς, ἀλλὰ τοῖς γε ἐν κρύει κάμνουσι καὶ τοῖς ἐν θάλπει σφοδρῷ καὶ μάλιστα δι' ὁδοῦ κόνιν ἐχούσης, ὥστε καὶ κατὰ συμβεβηκός τι μᾶλλον, οὐ διὰ τὴν κοπιώδη διάθεσιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία διὰ κρύος, ὡς ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περιέχοντος αὐτοῖς ἐγγενομένην ἄμετρον ξηρότητα καὶ πρὸς τούτοις ἔτι διὰ τὴν δυσκρασίαν τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουσιν. ἐμάθετε γὰρ ὅτι καὶ διὰ δυσκρασίαν γίνονται βῆχες. |