Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.951
Not analysed yet
Μηδὲν εἰκῇ, μηδὲν ὑπερορᾶν. Τοῦτο μὲν καὶ αὐτὸ καθ' ἑαυτὸ λεγόμενόν τε καὶ γραφόμενον οὐδὲν δεῖται πρὸς πίστιν ἢ νόησιν ἑτέρων ἤτοι προειρημένων ἢ ἐπιφερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντως προσηκόντως ἐπὶ τῷ προειρημένῳ τέτακται. τὰ γὰρ τοιαῦτα θεωρήματα σμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸς ἄξια φαίνεται τοῖς πολλοῖς καὶ διὰ τοῦθ' ὑπερορῶσιν αὐτῶν, ὥστε μή<τε> τῷ λόγῳ σκέπτεσθαι μήτε τῇ πείρᾳ περὶ φύσεως τοιούτων πραγμάτων. ὥσπερ δὲ τοῦ μηδὲν δεῖν ὑπερορᾶν παράδειγμά ἐστιν ὁ προειρημένος λόγος, οὕτω καὶ τοῦ μηδὲν προπετῶς μηδὲ ἀπερισκέπτως συγκατατίθεσθαι, καθάπερ αὐτὸς ἐγὼ κατ' αὐτὴν τὴν πρὸ ταύτης ῥῆσιν ἔπραξα. καὶ ταῖς ἄλλαις <δ'> ἁπάσαις οὐ τοῦ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ ταῖς ἄλλων παλαιῶν οὐχ ἁπλῶς αἷς ἂν εἴπῃ τις αὐτῶν πιστεύω, βασανίζω δὲ καὶ αὐτὸς τῇ τε πείρᾳ καὶ τῷ λόγῳ, πότερον ἀληθές ἐστιν ἢ ψευδὲς ὃ |