Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.957
Not analysed yet
περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια καθολικόν τι διδάσκουσα, τῶν δ' ἄλλων <τὸ> ἐν μέρει· περὶ γὰρ τῶν καθ' ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον, οὐ περὶ πασῶν. ἄμεινον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ ἀληθές ἐστι τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτόν, οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος· "τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε καθ' ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ' ἥπατός τε καὶ σπληνός." αὐτὸς γὰρ ἐμνημόνευσε τούτων ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι τὰς εἰς ἧπαρ ἐκ σπληνός, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ μᾶλλον ὅσαι διαδοχαὶ νοσημάτων ἀφ' ἥπατος εἰς σπλῆνα γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις εἴωθε μόνη ποιεῖσθαι καθ' ἑαυτὴν, ἅς θ' ἡμεῖς ἢ μετ' ἐκείνης ἢ μόνοι, κατά τε <τὰ Εἰς> τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ παρ' ἃς