Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.958
Not analysed yet
ἔγραψα κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥή|σεις. ἀλλ' ἐγὼ κατ' ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ προκειμένου γράμματος ὑπομνήματα. Ἀντισπᾶν, ἢν μὴ ᾗ δεῖ ῥέπῃ· ἢν δὲ ὅπῃ δεῖ, τουτέοισι δεῖ στομοῦν, ὡς ἂν ἕκαστα ῥέπῃ. Ἔμαθες ἤδη καὶ περὶ τούτων, ὡς "ἀκτέα μέν ἐστιν ᾗ ῥέπει <διὰ> τῶν συμφερόντων χωρίων", ἀποτρεπτέα δὲ καὶ ἀντισπαστέα τὰ μὴ καλῶς ῥέποντα. τὸ δὲ στομοῦν εἴρηκε νῦν οὐχ ὡς ἐπὶ τῶν ἀποστημάτων εἰώθαμεν λέγειν ἀντὶ τοῦ διελθεῖν σμίλῃ, γενικώτερον δὲ τούτου, καθ' ὃ καὶ τὸ ἀναστομοῦν περιέχεται καὶ φλέβας ἡμῶν ἀναστομούντων ἐν αἱμορροΐσι κατὰ τὰς διὰ ῥινῶν ἢ μήτρας κενώσεις καί τινας σύριγγας ἐκ χρόνου μὲν ἱκανοῦ <κενοῦν τι> συνήθεις, ἐστεγνωμένας δὲ κατά τινα καιρόν. καὶ δι' ὤτων δέ τινος ἐκκαθαιρομένου |