Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.962
Not analysed yet
μετρίως θερμὰ κνησμοὺς μόνον ἐργάζεται, τὰ δ' ἐπὶ πλέον ἥκοντα τοῦ θερμαίνειν εὐθέως δάκνει καὶ ἀνιᾷ. Ὅσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. Καὶ περὶ τούτου πολλάκις ἀκηκόατε καὶ μάλιστα ἐν τοῖς περὶ τῶν ἐκπυϊσκόντων φαρμάκων, ὡς οὐ χρὴ διαφορητικὴν αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην ἐμπλαστικήν. ταῦτα γὰρ ἀποστέγει καὶ συνέχει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμόν, οὐκ ἐῶντα διαπνεῖσθαι. πέττεται δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κἀνταῦθα μὴ παρακούσητε μηδ' οἰηθῆτε πάντα με λέγειν τὰ δύσπεπτα καὶ ἴσχοντα πῦον μηδ' ὅλως οὕτω <δεῖν> θεραπεύεσθαι. σήπεται γὰρ ἔνια τῶν τοιούτων ὑπὸ ἐμπλαστικῶν φαρμάκων ἢ διὰ μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ δι' ἀσθένειαν |