Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.961
Not analysed yet
χυμοὺς δι' ἐκείνου χρῆναι κενοῦν, ἐπειδὴ πόρρω πάλιν |αὐτοῖς ἐστιν ἡ εἰς τὸ βάθος ἀντίσπασις, ὡς διὰ γαστρὸς ἢ ἐμέτων ἐκκενοῦσθαι. ἴσως οὖν οἰήσῃ με λέγειν μηδέποτε καθάρσει χρῆσθαι τῇ διὰ γαστρὸς ἐπὶ τῶν τοιούτων· ἐγὼ δ' οὔ φημι τοῦτο, μεμάθηκας γὰρ ἐν τοῖς Θεραπευτικοῖς ὠφελίμους εἶναι τὰς καθάρσεις ἐφ' ὧν ἡ περιουσία τῶν χυμῶν ἐστι παμπόλλη. πρὶν γὰρ οὕτω κενῶσαι τὸ πλεονάζον αὐτῆς ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, ἐάν τις ἐκπυριῶν μόνον, ὅπερ ἐστὶ τοῖς θερμαίνουσι χρώμενος, ἐπιχειρῇ διαφορεῖν, ἐπισπάσεται μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρματος. ἀλλ' ἥ γε τῶν ἐμπεπλασμένων τῷ δέρματι θεραπεία πάντως ἐστὶ διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων φαρμάκων, καὶ μάλισθ' ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ ὁ γεννῶν αὐτὰ χυμὸς οὐ θερμὸς οὐδὲ λεπτὸς ὑπάρχων, ἀλλ' ἱκανῶς παχὺς ἢ ψυχρός. ἐμάθετε δ' ἤδη καὶ περὶ τῶν φυμάτων ἔμπροσθεν ὡς τὰ μὲν ἀποκορυφοῦντα εἰς ὀξὺ καὶ οἷον ὀργῶντα θερμῶν χυμῶν ἐστιν ἔκγονα, τὰ δὲ ἐναντία ψυχροτέρων. τὸ δ' ὀργᾶν αὐτὰ διά τε τῶν κνησμῶν καὶ τῆς ὀδύνης ἔνεστι διαγινώσκειν. τὰ μὲν γὰρ |