Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.964
Not analysed yet
τομῶν καὶ φαρμάκοις ἰσχυροτάτοις θεραπεύομεν, τὰ δ' ἤδη σηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶς οὖν προσέθηκε τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέστι τὰ μὴ δεόμενα διαπυΐσκεσθαι. χρεία γάρ ἐστιν ἐπὶ τῶν <μὴ> διαπυησάντων ἀνεῷχθαί τε τὰς ἐκροὰς ἁπάσας καὶ ξηραίνεσθαι τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶς ὑπ' ἐνίων γεγράφθαι "ὅσα ξηραίνεται, κατακεκλίσθαι δεῖ," τουτέστιν ἡσυχάζειν κατακείμενα. πρὸς γὰρ τῷ σμικρὸν εἶναι τοῦτο καὶ πρόδηλον ὡς μὴ δεῖσθαι πεφροντισμένως ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι, καὶ ἡ ἀντίθεσις ἐδήλωσε μὴ πρὸς τὴν κατάκλισιν, ἀλλὰ πρὸς τὸ κατακεκλεῖσθαι γεγονυῖα. τοῖς γὰρ κατακεκλεισμένοις καὶ ἀποστεγομένοις ἐναντία τὰ διαφορούμενά τ' ἐστὶ καὶ τὰ ξηραινόμενα. ταύτῃ τῇ ῥήσει τινὲς συνάπτουσι τὴν ἐφεξῆς, καὶ μάλισθ' ὅσοι βούλονται γεγράφθαι μετὰ ταύτην τὸ "οἷον", ὥσθ' ὅλον τὸν λόγον εἶναι τοιοῦτον· "ὅσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, |