Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.965
Not analysed yet
οἷον ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται συμφέρειν, ἀντισπᾶν εἰς φάρυγγα." καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ κατὰ τήνδε τὴν λέξιν διδασκόμενον τῷ προειρημένῳ. τὸ γὰρ ξηραίνειν καὶ ἀνεῷχθαι διαφέρει τοῦ ἀντισπᾶν. πῶς οὖν προειρηκὼς "τἀναντία δεῖ ξηραίνειν καὶ ἀνεῷχθαι" δύναιτ' ἂν ὡς παράδειγμα λέγειν ἐπὶ τῶν ῥοωδῶν ὀμμάτων ἀντισπᾶν εἰς φάρυγγα; <Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται συμφέρειν, ἀντισπᾶν εἰς φάρυγγα,> καὶ ὅπῃ ἔρευξις λυσιτελέει καὶ ὅσα ἄλλα τοιαῦτα. Ἕν τι τῶν κατ' εἶδος ἀντισπαστικῶν βοηθημάτων τοῦτ' ἐστὶ συμβουλεύοντος ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν ὀφθαλμῶν ῥεύματα μετάγειν ἀντισπῶντας ἐπὶ φάρυγγα διὰ φαρμάκων δηλονότι δριμέων, οἷς διαχρίειν τε δεήσει τὸν οὐρανίσκον ἀνακογχυλίζεσθαί τε κελεύειν, ἐάν γε μηδὲν ἐκ |