Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.969
Not analysed yet
νῶν ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπαγόμενοι μαρτύριον, ἔνθα φησίν· ἐρευγομένης ἁλὸς ἔξω, μοχθηρὰν ὁδὸν ἐξηγήσεως ταύτην τεμνόμενοι. τὰ γὰρ ὑπὸ τῶν ποιητῶν σπανίως εἰρημένα κατά τινα τρόπον ποιητικόν, ἐὰν ὡς κυρίως λελεγμένα τις ἐξηγῆται, διαστρέφειν δυνήσεται καὶ τὰ σαφῶς εἰρημένα πάντα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας καὶ ἄλλα, ὧν δεῖ καὶ ὡς δεῖ καὶ οἷα καὶ ὅπῃ καὶ ὅτε καὶ ὅσα δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα. Τοῦτο καθ' ἑαυτὸ μὲν ἄξιόν ἐστι μνημονεύεσθαι (συμφέρει γὰρ ἀνεστομῶσθαι τοὺς ἐκκριτικοὺς [πάντας] πόρους τῶν περιττωμάτων), καὶ τῷ προειρημένῳ δὲ συνάπτεσθαι δύναται, διττὴν χρείαν παρεχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν |