Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.968
Not analysed yet
μόνον ὑποτετυπῶσθαί φασιν ἑαυτῷ τὸν Ἱπποκράτην τὸ "ὅκου ἔρευξις λυσιτελεῖ", νομίζουσιν αὐτὸν ἀξιοῦν ἐρυγὰς ἐνίοτε συμβουλεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάς φασιν ἐπὶ τῶν ἐμπνευματουμένων τὴν γαστέρα καὶ μάλιστα ἐφ' ὧν οὐ διέρχεται κάτω τὸ φυσῶδες πνεῦμα. καὶ μέντοι καὶ τὸν στόμαχον ἀτονοῦντά φασι ῥώννυσθαι διὰ τῶν ἐρυγῶν ὡς δι' οἰκείου γυμνασίου, καὶ κινεῖν γε τὰς ἐρυγὰς συμβουλεύουσιν οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα συνεχῶς ἐρυγγάνειν, κἂν ὀλίγου τινὸς αἰσθάνηται πνεύματος ἐν τῷ στομάχῳ. Σαβῖνος δὲ <ἐκ> βομβυλίου στενοστόμου πίνοντα κελεύει κινεῖν ἐρυγάς. ἔνιοι δὲ καὶ τὰς κενώσεις τοῦ φυσώδους πνεύματος, ὁπόθεν ἂν γίνωνται καὶ ὁπωσοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φασί, καθ' οὓς καὶ βὴξ καὶ πταρμὸς καὶ λὺγξ καὶ φῦσα δι' ἕδρας ἐκκρινομένη καὶ αἱ δι' ὅλου τοῦ σώματος διαπνοαὶ τοῦ πνεύματος ἐρεύξεις κληθήσονται. τινὲς δὲ καὶ πᾶσαν ἔκκρισιν ὠνομάσθαι φασὶν ἔρευξιν, οὐ μόνον ἐὰν πνεύματος, ἀλλὰ κἂν τι|