Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.971
Not analysed yet
ὡς δεῖ τοιοῦτόν τι σημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν κενουμένων δηλοῖ, τουτέστιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ κενοῦν ἐστι βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ μελαγχολικόν, ἤ τινας τούτων ἢ καὶ πάντας. τὸ δὲ ὅπῃ τὸ μέρος τοῦ σώματος ἐνδείκνυται, δι' οὗ χρὴ κενοῦν. κἂν γὰρ ὅτι διὰ τῶν κάτω κενῶσαι προσήκει γνῶμεν, ἀλλὰ δι' οὗ γε τῶν κάτω χωρίων προδιορίσασθαι δεῖ, διὸ καί τινες ἀντὶ τοῦ ὅπῃ τὸ "οὗ δεῖ" γεγράφασιν, ἐνδεικνύμενοι τῷ δι' οὗ, πότερον διὰ κύστεως ἢ διὰ γαστρὸς ἢ δι' ὑστέρας. καὶ πάλιν ἄνω, πότερον διὰ ῥινῶν ἢ διὰ στόματος. ἔστι δέ τις καὶ δι' ὅλου τοῦ σώματος κένωσις, ἥ τε διὰ τῶν ἱδρώτων καὶ ἡ διὰ τῆς ἀδήλου καλουμένης διαπνοῆς. τό γε μὴν ὅτε σαφῶς τοῦ καιροῦ δηλωτικόν ἐστιν, ἐν ᾧ χρὴ κενοῦν, ἆρά γε κατ' ἀρχὰς πρὶν πεφθῆναι τὴν νόσον, ὅταν, ὡς αὐτὸς ἔλεγεν, ὀργᾷ καὶ πρὸς τὴν ἔκκρισιν ἐπείγηται τῶν ὑγρῶν ἡ διοικοῦσα τὰ ζῷα φύσις, ἢ μετὰ τὸ πεφθῆναι τοὺς λυποῦντας χυμούς. καὶ γὰρ καὶ τοῦτο αὐτὸς ἐδίδαξεν, ὥσπερ |