Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.972
Not analysed yet
καὶ τὸ πρότερον ἐν Ἀφορισμοῖς. τὸ δὲ ὅσα δεῖ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον ἐνδείκνυται τὴν ποσότητα τῶν κενουμένων ἧς <καὶ> αὐτῆς ἐστοχάσθαι δεῖ τὸν ἰατρόν. εἶτ' ἐν παραδείγματος μοίρᾳ πρόσκειται τὸ οἷον ἱδρῶτας. καίτοι γὰρ ὠφέλιμος εἶναι δοκῶν τοῖς νοσοῦσιν ὁ ἱδρὼς, ὅμως καὶ αὐτὸς συμμετρίας χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει τὴν δύναμιν. ὅπου δ' ἐπὶ τῶν ἱδρώτων ἡ ὑπερβολὴ τοῦ πλήθους ἐστὶ βλαβερά, πολλῷ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων ἢ διαχωρουμένων ἢ δι' αἱμορροΐδων ἢ διὰ μήτρας κενουμένων. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι πρόσωπον ἢν ᾖ χρηστόν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία σημαῖνον [τῇ] εὐσημείῃ, κακόν. |