Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.978
Not analysed yet
Ἐν Περίνθῳ τὸ γονοειδές, τὸ τοιοῦτον ὅτι κρίσιμον καὶ τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο. οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον. κράμβην ἑβδομαῖος ἔφαγεν ἔτι δύσπνους ἐών, τὰ περὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο[, ἡ κοιλίη αὐτῷ ἐξετίναξεν]. Οὐκ ἀρχὴν τῆς προκειμένης ῥήσεως, ἀλλὰ τελευτὴν τῆς προτέρας οἱ περὶ τὸν Σαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου μὲν γάρ φασι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δ' ἐκεῖνον, εἰωθότως δὲ τοῖς ἐν μέρει λόγοις τὸν Ἱπποκράτην προσγράφειν ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα. καίτοι καὶ οὗτος ὁ νῦν λεγόμενος λόγος ὅτι τῶν ἐπὶ μέρους ἐστὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· ὅτι οὔτε πολλῆς φύσης οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο. πολλὰ δ' ἐν τοῖς τῶν Ἐπιδημιῶν γέ|