Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.977
Not analysed yet
ὀνίνησιν. οὐ γὰρ <ἐπὶ> σοφιστικὴν παρασκευὴν πρόκειταί μοι παρασκευάζειν αὐτούς, ἣν ἐμίσησα διὰ παντός, ἀλλ' ἐπὶ τὰ τῆς τέχνης ἔργα κατά τε πρόγνωσιν καὶ θεραπείαν, ἃ κἀμοὶ διὰ παντὸς ἠσκήθη. Ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗτος μελάγχρως. Εἰ πρὸς τὰ <περὶ> τοῦ προσώπου λελεγμένα καὶ τοῦτ' ἀναφέροι τις, ἕξει τι χρήσιμον ὡς ἐν παραδείγματος μοίρᾳ λελεγμένον. εἰκὸς γὰρ καὶ τοῦτον ἐπὶ μικροῖς τοῖς ἄλλοις ἐκτροπὴν τοῦ χρώματος εἰς τὸ παρὰ φύσιν ἐσχηκότα μεγάλην ἀποθανεῖν ἢ κινδυνεῦσαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ "μελάγχλωρος" εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγχρως, ὡς <ἐν> ἐνίοις τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωσίν τινα μεγάλην ἐνδείκνυσθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι. |