Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.980
Not analysed yet
μένον ἀναφέρεσθαι, τὰ γὰρ τοιαῦτα πρὸς ἕτερον ἀναφερόμενα λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων. ἴσως οὖν ἢ ἐν τῷ <ἐκ>γράφεσθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν ὑπομνημάτων τοῦ Ἱπποκράτους παρελείφθη τι τοιοῦτον γεγραμμένον, ἢ αὐτὸς ἑαυτῷ τοῦθ' ὑπεμνημονεύσατο πρὸς τὸν πρῶτον ἄρρωστον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον· "ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗτος μελάγχρως". ἔνιοι δὲ διὰ ταύτην τὴν ἀπορίαν ὧδέ πως διπλῆν διεῖλον τὴν ῥῆσιν· ὅτι κρίσιμον καὶ τῶν ἤτρων, ὡς εἰ καὶ οὕτως ἐγέγραπτο· "τὸ γονοειδὲς οὖρον ὅτι κρίσιμόν ἐστι καὶ τῶν κατὰ τὸ ἦτρον παθῶν ἐπίστασθαι χρή," καὶ πάλιν ἀπ' ἄλλης ἀρχῆς· τὰ τοιαῦτα ὅτι αἱ οὐρήσιες ῥύονται, ἵν' ἀκούσωμεν ‘τὰ τοιαῦτα τὰ κατὰ τὸ ἦτρον γινόμενα.’ καὶ τούτου γε μαρτύριον ἐφεξῆς ἔγραψεν, ὅτι οὔτε [ἡ] φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο, τουτέστιν οὐδενὸς ἄλλου γενομένου τὸν κατὰ τὸ ἦτρον ὄγκον λῦσαι δυναμένου ἐπὶ μόνοις τοῖς γονοειδέσιν οὔροις ἐκρίθη τὸ νόσημα. τάχα γὰρ τοιοῦτόν τι κατὰ τὸ ἦτρον ἦν, ὁποῖον καὶ ἐν |