Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.981
Not analysed yet
τῷ Προγνωστικῷ διῆλθεν αὐτὸς ἐν τῇδε τῇ λέξει· "τοὺς δ' ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρά τε ᾖ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ τε καὶ οὔρῳ· εἰ δὲ <μή, καὶ> αὐτὸς διαπεραιωθείς· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία." οὐ γὰρ δὴ φλεγμονὴν ἤ τι ταύτης ἔτι δυσλυτώτερον ἐν ἥπατι συστὰν ἢ ἐν ἐντέροις ἢ ἐν γαστρὶ γονοειδὲς οὖρον ἔλυσεν ἂν μόνον γενόμενον. διὰ τοῦτ' οὖν ἐπήνεγκεν αὐτός· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον, ὡς, εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντος αὐτοῦ διὰ τῆς τοῦ γονοειδοῦς ἐκκρίσεως. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον οὐ πάνυ τι φαίνεται συνᾴδειν τοῖς οὕτω προειρημένοις, διὰ τοῦτό τινες ἀπ' ἄλλης ἀρχῆς ἀνέγνωσαν αὐτό, δασύνοντες κατὰ τὴν πρώτην συλλαβὴν τὴν οὐ καὶ ποιοῦντες ἄρθρον <προτακτικὸν> ἀρσενικὸν πτώσεως γενικῆς, ὡς εἰ καὶ οὕτως εἶπεν· "οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον, κράμβην ἑβδομαῖος ἔφαγεν ἔτι δύσπνους ἐών. ἐπεὶ δὲ τὸ |