Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.993
Not analysed yet
ἑνὸς ἀνθρώπου πάντων ἀκούειν αὐτῶν, ἀλλ' οὐ διαφορὰς ἐφεξῆς ἑαυτῷ γράψαι τὸν Ἱπποκράτην πρὸς ἀνάμνησιν, ὡς ἔμπροσθεν ἔγραψε <τὰς> δυσπνοίας τε καὶ πυρετῶν, οὕτω νῦν τῶν ἐν τοῖς καταρρόποις σπλησὶ παρὰ φύσιν ὄγκων. εἰ δ' ἔξεστι προστιθέναι τοῖς καταφατικῶς εἰρημένοις ἀποφάσεις, ἅπαν οὕτω τις διαφθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει τῶν παλαιῶν βεβαίαν. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν. Οὐδὲν ἄλλο ἔχομεν νοεῖν ἢ ὅτι τὰ εἰρημένα τῷ σπληνὶ συμβαίνειν ἧττον γίνεται τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι. αἰτίαν δὲ τούτου καὶ Ῥοῦφός φησι καὶ Σαβῖνος, διότι τὸ αἷμα καθαίρεται τῇ κορύζῃ. διὰ τοῦτο γὰρ οἴονται [τὸ] μηδὲν ἥκειν ἐπὶ τὸν σπλῆνα. βέλτιον δ' εἰς καθολικὸν ἀνάγεσθαι λόγον, οὐκ εἰς <τὸ> κατὰ μέρος αὐτό. πάνυ