Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.992
Not analysed yet
αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα <παρὰ> τοῖς παλαιοῖς εὑρίσκεται· τοὺς δ' ἐξηγητὰς ἐθαύμασα πολυειδῶς μεταγράψαντας τὴν ῥῆσιν ἄλλον ἄλλως. εἴπερ γὰρ ὅλως ἀποχωρεῖν τις τολμᾷ παλαιᾶς γραφῆς, κατά τι πιθανὸν χρὴ τοῦτον πράττειν, ὥσπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφ' ὧν δὶς γεγραμμένου τοῦ μακρὸς παραλελεῖφθαι τὸ ἕτερον. ὅτι δ' οὕτως ἔχουσαν τὴν γραφὴν ἐπίστανται πάντες οἱ παλαιοὶ <τῶν> ἐξηγητῶν, μαρτυρία καὶ παρὰ τοῦ Ζεύξιδος ἂν εἴη ἀρίστη. οὗτος γὰρ ὡς κακῶς ἐξηγησαμένου τοῦ Γλαυκίου τὴν προκειμένην ῥῆσιν οὐδὲν μὲν ἐγκαλεῖ περὶ τῆς γραφῆς, καίτοι γ' ἀπόρου καὶ ταύτης τῆς λέξεως φαινομένης αὐτῷ, ὅτι δὲ προσέθηκεν ἀποφάσεις τοῖς εἰρημένοις μέμφεται. φησὶ γὰρ ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξηγήσασθαι τὴν προκειμένην ῥῆσιν ἅπασι τοῖς προειρημένοις ἀποφάσεις προστεθεικέναι, ὡς εἰ καὶ οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· "<Σπλὴν σκληρὸς οὐ τὰ ἄνω,> κάτω στρογγύλος, οὐ πλατύς, <οὐ παχύς>, οὐ μακρός, οὐ λεπτός." ἡγεῖτο γὰρ Γλαυκίας ἀδύνατον εἶναι τὸν σπλῆνα ταῦτα πάντα τὰ πάθη δέξασθαι μὴ δυνάμενα συνυπάρχειν, ὥσπερ ἀναγκαῖον ὂν ἐφ' |