Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.995
Not analysed yet
ἐρωτήσιες· ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι [τὰ] πρὸς τὸν νοσέοντα, πρὸς τοὺς παρεόντας καὶ τὰ ἔξωθεν. Ἐξεῦρεν οἰκεῖον ὄνομα τῶν μελλόντων ῥηθήσεσθαι λόγων οἰκονομίην εἰπών. οὐ γὰρ ὡς ἐν τοῖς ἄλλοις σχεδὸν ἅπασι συγγράμμασιν ἤτοι διαγνώσεις παθῶν ἢ θεραπείας ἢ προγνώσεις τῶν ἐσομένων ἔγραψεν, οὕτω καὶ νῦν, ἀλλ' ὅπως ἄν τις ἐπιδεξίως οἷς ἐμάθομεν ἰατρικοῖς θεωρήμασι χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆσιν, οὐ <τὰ> κατὰ μέρος ἐν αὐτοῖς, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον γράφων. καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήσεων, ἃς ὁ ἰατρὸς δηλονότι ποιεῖται πρὸς τὸν κάμνοντα, δευτέρου δὲ τῶν διηγήσεων αὐτοῦ. πολλὰ γὰρ εἰώθασιν οἱ κάμνοντες διηγεῖσθαι δυνάμενα τὴν γνώμην ἐνδείξασθαι τοῦ λέγοντος, ὡς, εἴ γε μὴ πρότερον εἰδείημεν αὐτόν, ἐξ αὐτῶν ὧν ἂν διηγήσηται συνιέντας, ὁποῖός τίς ἐστιν, οὕτως αὐτῷ προσφέρεσθαι. φρόνιμον μὲν γὰρ εἰ γνωρίσαις εἶναι τόνδε τινὰ |