Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.996
Not analysed yet
τὸν ἄνθρωπον ἔτι τε μὴ δειλόν, ἀληθεύειν πειραθήσῃ μηδὲν ὑποστελλόμενος τῶν κατὰ τὴν νόσον ἐσομένων· ἄφρονα δὲ καὶ δειλόν, ἐξ ὧν ἂν εὐθυμότερος γένοιτο, πάντα ταῦτα ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεσθαι. κἂν ἀναγκασθῇς δέ ποτε διὰ δειλίαν ἐσχάτην τοῦ κάμνοντος ἐπαγγείλασθαι σωτηρίαν αὐτῷ βεβαίαν, ἀλλ' ἐξελθών γε τοῖς κηδομένοις αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖς τοῖς κάμνουσι, κἂν ἄκρως ὦσι δειλοί, μὴ καθάπερ οἱ προχείρως ψευδόμενοι τὴν σωτηρίαν ἐπαγγέλλεσθαι χωρὶς τοῦ προσθεῖναί σε τὴν ἀρχὴν ἔσεσθαι ταύτην ἅπαντα πράττοντος αὐτοῦ καλῶς καὶ πειθομένου τοῖς προστάγμασι τῶν ἰατρῶν. οὕτω γὰρ οὔτ' ἐκεῖνος ἀθυμήσει καὶ σὺ πολλάκις ἀληθεύσεις. τὰ γὰρ πλεῖστα τῶν ἐπισφαλῶν νοσημάτων ἀνατρέπει τοὺς κάμνοντας ἀπειθοῦντας τοῖς ἰατροῖς, ὡς ὀλίγα πάνυ τὰ πάντως ἀναιροῦντα <γεν>ήσεται, ἐὰν μήθ' ὁ ἰατρὸς ἁμάρτῃ <τι> μήθ' ὁ νοσῶν μήθ' οἱ ὑπηρέται, μήτ' ἄλλο τι τῶν ἔξωθεν ἐκ τύχης γένηται βλαβερόν. ὅσοι γὰρ ἐν σφαλεροῖς |