Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.999
Not analysed yet
αὐτὸν ὁ ἰατρὸς |πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτόν, ὥσπερ κἂν εἴ τινα τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτῴη, καταγινώσκουσιν. ἀλλὰ καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι παρ' αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως ἐρωτήσεώς τε καὶ ἀποφάσεως ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ' ἅπαντα ταῦθ' ἡμῖν ἑτέρωθι, καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους αὐτὰ μόνα τά γε πρῶτα κεφάλαια διερχομένου, καὶ ἡμεῖς κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ Προγνωστικὸν ὑπομνήματα καὶ τὰ Περὶ κρίσεων ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι. τούτων δὲ <τῶν> ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφ' Ἡροδότου γραφέντων ἔνια κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς "Ἰατρόν". εἴρηται δὲ καὶ πρὸς ἡμῶν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα. ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ λόγου μεταβῶμεν ἐπὶ τὰ ἐφεξῆς γεγραμμένα· ὥσπερ ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ |