Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.100
Not analysed yet
αὐτὸς ἐδήλωσεν εἰπὼν τὸ πυρετῶδες πολέμιον εἶναι περιόδοισιν ἢ λιμῷ, δῆλον δ' ὅτι καὶ τοῖς ἄλλοις ἃ κατέλεξε, καὶ γὰρ ταῖς πάλαις καὶ τῇ πυρίᾳ καὶ τῇ ἀνατρίψει τὸ πυρετῶδες ἐναντίον ἐστίν. οὕτω γὰρ ἀκουστέον τοῦ πολέμιον, ἐπειδὴ καὶ "φίλιον" ἐκ μεταφορᾶς εἰώθασι λέγειν τὸ οἰκεῖον. μεταξὺ δὲ τῶν λέξεων ἀμφοτέρων εἰρημένον τὸ κακὸν ἔνιοι μὲν ἐπὶ τῇ τελευτῇ τῆς προτέρας ἔγραψαν, ἔνιοι δ' ἐν ἀρχῇ τῆς δευτέρας, ὡς ἕνα γενέσθαι τὸν λόγον τοιόνδε· "τὸ πυρετῶδες πολέμιον ***περιόδοισιν." ὅτι δὲ βλάπτει τοὺς πυρέττοντας καὶ περίπατος καὶ δρόμος καὶ πυρία καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ σώματι θερμασίαν αὐξάνοντα, οὐδεὶς ἀγνοεῖ τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. Ἡρόδικος δ' ἔοικεν οὐ μόνον λογικὴν εὕρεσιν βοηθημάτων ἀγνοεῖν, ἀλλὰ καὶ τήρησιν ἐμπειρικήν. ὁ μὲν γὰρ λόγος ἀπαγορεύει πόνῳ πόνον ἰᾶσθαι, τουτέστι τῇ βλάβῃ τὴν βλάβην καὶ τῷ κακῷ τὸ κακόν. ἐναντία γάρ, οὐχ ὅμοια τῇ λυπούσῃ διαθέσει προσφέρειν χρὴ βοηθήματα. |