Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.101
Not analysed yet
φαίνεται δ' ἐκεῖνος ὅμοια προσάγων, εἴ γε καὶ περιπάτοις καὶ πάλῃ καὶ ἀνατρίψει καὶ πυρίᾳ καὶ λιμῷ <χρῆται>. πυρίαν δὲ πᾶσαν ἀκουστέον τὴν ἔξωθεν ἡμῖν προσπίπτουσαν θερμασίαν, εἴτ' ἀπὸ πυρὸς εἴτ' ἐν λουτροῖς γένοιτο. καὶ μὴν καὶ ὁ λιμὸς ἐναντίον ἐστὶ τοῖς εἰρημένοις "ὅκου γὰρ λιμός, οὐ δεῖ πονεῖν." οὐ μόνον δὲ τὴν ἀρχὴν τῆς ῥήσεως, ἀλλὰ καὶ μετὰ τὴν ἀρχὴν ἄχρι τελευτῆς ὡς ἂν ἐθέλωσι <τὰς γραφὰς μετα>γράφουσιν. ἀλλ' ἐγὼ τὰς παλαιὰς αἱροῦμαι, κἂν χαλεπωτέραν ἔχωσι τὴν ἐξήγησιν. ὃ δὲ ἔσχατόν ἐστι γεγραμμένον ἐν τῇ προκειμένῃ ῥήσει, τὸ αὐτοῖσι, τινὲς μὲν τῆς ἑπομένης ἀρχὴν ποιοῦσι, τινὲς δ' ὅλως ἀφαιροῦσι. καὶ γὰρ φαίνεται μηδὲν ἐξ αὐτοῦ πλέον τῶν εἰρημένων διδασκόμενον. Φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί. |