Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.103
Not analysed yet
ὀδύναι λαπαραὶ γραφὴν ἀκούουσί τε λαπαρὰς τὰς ἄνευ φλεγμονῆς καὶ τάσεως ὀδύνας. Ἄδιψον συνέχειν στόμα, σιγᾶν, ἄνεμον σὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν. Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ Ἱπποκράτης τοῦτο δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς Ἡροδίκου προνοίας <τῶν> πυρεττόντων. οὐ γὰρ ἐξ ὧν <ἂν> διψῷεν οἱ ἐνθερμανθέντες εὔλογόν ἐστι πράττειν, ἀλλ' ἐξ ὧν ἄδιψοι γενήσονται. ταῦτα δ' ἐστὶ πρώτη μὲν ἡ ταῖς κινήσεσιν ἀντικειμένη τοῦ κάμνοντος σώματος ἡσυχία. δεύτερα δὲ τἄλλα, δι' ὧν ἂν πραΰνοιτο μᾶλλον, οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεσιν, ὧν ἕν ἐστι καὶ τὸ ἄδιψον τηρεῖν. δι' ὧν δ'