Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.104
Not analysed yet
ἄδιψος ἄν τις γένοιτο, προσέθηκεν εἰπών· <συν>έχειν τὸ |στόμα καὶ σιγᾶν, ἄνεμόν τε ψυχρὸν σὺν τῷ ποτῷ εἰσάγειν, ὅπερ ἐστὶν ἐπισπᾶσθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρόδηλον ὅτι καὶ χωρὶς τούτου κατὰ μόνην τὴν εἰσπνοήν, ὥστε καὶ τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέρος προνοητέον ἐστίν, ὅπως μὴ θερμὸς ᾖ μᾶλλον τοῦ προσήκοντος καὶ μᾶλλον θέρους ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοσκορίδης ὑπαλλάξαντες τὴν παλαιὰν γραφὴν ἔγραψαν οὕτως τὴν λέξιν· "ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰσάγειν." ἀλλ' ὁ μὲν Διοσκορίδης δευτέραν γραφήν, ὡς εἴωθε, προσέθηκεν, "ἐξ ὧν ἄνεμον ψυχρὸν εἰσάγειν." Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωσε τὴν ἐν ἅπασί τε τοῖς ἀντιγράφοις εὑρισκομένην γραφὴν ἅπασί τε τοῖς ἐξηγηταῖς ὁμολογουμένην, ἀλλὰ προσθεὶς αὐτῇ τὴν "μὴ" συλλαβὴν ἀντὶ τοῦ ψυχρὸν εἰσάγειν "ψυχρὸν μὴ εἰσάγειν" ἔγραψεν, ὡς οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα. |