Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.106
Not analysed yet
Τὰ στρογγυλούμενα πτύαλα παρακρουστικά. Τῶν <στρογγυλουμένων> πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον καὶ πάχος καὶ γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις ἀθροιζομένων, τὸ δ' οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν. ὕστερον μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ πυρετοῦ ποτε γένοιτο σὺν ἄλλοις σημείοις παρακρουστικοῖς, συντελέσει τι καὶ αὐτὸ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν, ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαρρήσῃς μόνῳ ποτὲ ἐπὶ προρρήσει παρακοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κἀν <τοῖς> εἰς τὸ Προρρητικὸν ὑπομνήμασιν, ὡς ἡ θερμότης προσγινομένη ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην τῷ πληροῦν τὴν κεφαλήν. αὐτὴ δὲ καθ' ἑαυτὴν οὐδαμῶς ἐστιν ἱκανὴ |