Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.105
Not analysed yet
Τὰς ἀφορμάς, ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτός, εἴτε πλευροῦ. σημεῖον <οἱ> ὀδόντες καὶ ἐφ' οἷσι βουβῶνες. Ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐξηγήμεθα κατὰ τὸ πρῶτον ὑπόμνημα. Τὰ γινόμενα ἕλκεα καὶ φύματα κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίαι· οἷς ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί. Καὶ αὕτη ἡ ῥῆσις ἐφεξῆς τῇ πρὸ αὐτῆς κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν γεγραμμένη τῆς προσηκούσης ἐξηγήσεως ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον [τῶν] ὑπομνημάτων. |