Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.108
Not analysed yet
διὰ τί δ' οὐχ ἁλίσκονται, δῆλον. ἐκκρινομένης γὰρ τῆς |κακοχυμίας διὰ τῶν αἱμορροΐδων, καχεξίαι μέν τινες ἕπονται ἐνίοτε καθ' ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόσημα δ' οὐδὲν τοιοῦτον. φαγεδαίνας δ' ὅτι λέγει τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ δὴ καὶ φαγεδαινικὰ καλοῦσιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται [δὲ] κἀν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ' ἐκεῖνο διὰ τῆς αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν φαγεδαίνας τὰς τῶν πολλῶν βρωμάτων ἐδωδάς, ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ***ἀμέτρους ὀρέξεις σιτίων ὁμολογεῖται καὶ πρὸς ἡμῶν, οὐ μὴν τοιαύτης γε κακοχυμίας ἄκος εἶναι τὰς αἱμορροΐδας, ἀλλὰ τῆς μελαγχολικῆς μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ τὴν τοιαύτην ἐργαζομένη τῶν σιτίων ὄρεξιν ἤδη τισὶ καὶ τῶν τὰς αἱμορροΐδας ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ' ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων ἐστὶ δηλωτικὸν ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός. τὸ δ' |