Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.109
Not analysed yet
ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον ἴσως δὲ οὐδὲ ἄλλοισιν ἔνιοι γράφουσιν "ἴσως δ' οὐδ' ἀλφοῖσιν", ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι παρὰ τῷ δέρματι συνισταμένης. Ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ τοῖσι τοιουτέοισιν οὐ βραδέως ἥλωσαν καὶ ὀλέθρια. Ἀκαίρως θεραπεύονται τὰς αἱμορροΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε δι' ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες. Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες ἑτέρων ἄκος. |