Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.11
Not analysed yet
λέξιν ὡς ἂν ἐθέλῃ τις ἐξῇ, πολὺ δή που μᾶλλον ἄδηλον γίνεται τὸ τῆς γνώμης τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ ῥήσει γράφουσιν ἔνιοι ἡσυχίῃσι πολλῇσι, οὔτε τῶν παλαιῶν ἀντιγράφων οὔτε τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον ἐπισταμένων τὴν γραφὴν ταύτην. εἰ δ' ἀναγκάζει τις ἡμᾶς αὐτὴν ἐξηγήσασθαι τὴν μετὰ τὰ γυμνάσια γινομένην ἡσυχίαν, φήσομεν ἀξιοῦν αὐτὸν ποιεῖσθαι πολλήν. ἀλλὰ ταύτην μὲν ἐατέον, τὴν δ' ὁμολογουμένην ἅπασι γραφὴν ἐξηγούμενοι συμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖς περιπάτοις καὶ ὀξέσι χρῆσθαι. παχύνουσι γὰρ οἱ βραδεῖς, ὥσπερ καὶ τὰ βραδέα γυμνάσια. καὶ θαυμάζω γε πῶς ἐπ' ἐκείνων παρέλιπε τὸ ταχέσι. καὶ γὰρ δρόμοι ταχεῖς καὶ γυμνάσια τοιαῦτα καὶ σαρκῶν ὄγκον καθαιρεῖ καὶ χυμῶν πλῆθος κενοῖ, καὶ σχεδὸν ἅπασιν ὁμολογεῖται τοῦτο καὶ γυμνασταῖς καὶ ἰατροῖς. ὁ δ' οὖν Ἱπποκράτης ἐφεξῆς ἔγραψε περὶ τῆς ἐπιτηδείου τροφῆς τοῖς καθαιρέσεως δεομένοις, ὡς εἴωθεν, ἐκ [τοῦ] παραδείγματος ἑνὸς ἑαυτῷ ὑπόμνησιν |