Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.12
Not analysed yet
ποιησάμενος τοῦ καθόλου πᾶσιν ἁρμόττοντος. ἔστι δὲ τούτοις καθόλου τροφὰς διδόναι μὴ τροφίμους, ὁποῖόν ἐστι τὸ χοίρειον κρέας, ἀλλ' ὀλιγοτρόφους, ὁποῖόν ἐστι τὸ τῆς ὄϊος, ὅπερ ἐστὶ τὸ τοῦ προβάτου. καὶ ἡ μάζα δὲ τῶν ὀλιγοτρόφων ἐστί. διὰ τοῦτ' οὖν ταύτης μὲν τὸ πλεῖστον, ὀλίγον δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει. Καθαιρέσεως σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν, ἐξαπίνης γὰρ εἰρύεται. Οὐκ ἄδηλόν ἐστι συνῆφθαι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, καθ' ἣν ἐδίδασκεν ὅντινα τρόπον χρὴ ποιεῖσθαι τὴν καθαίρεσιν. ὅπως οὖν γνῶμεν, εἰ τοῦ ποσοῦ τοῦ κατ' αὐτὴν ἀκριβῶς ἐστοχάσμεθα, σημεῖον νῦν γράφει τούτου. γέγονε δὲ ὁ λόγος οὗτος ἀσαφὴς ὡς πρὸς