Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.139
Not analysed yet
τοὺς μὲν φιλτάτους χρονίζειν παρ' αὐτῷ, τοὺς δ' ἄλλους δυοῖν θάτερον, ἢ μηδ' ὅλως εἰσιέναι πρὸς αὐτὸν ἢ μὴ μέχρι πλείονος ὁρᾶσθαι. ταῦτα δὲ πάντα πολυπραγμονήσας ὁ ἰατρὸς αὐτὸς ἐργάσεταί τε καὶ διατάξει, τινὰ δὲ καὶ χωρὶς πολυπραγμοσύνης αὐτομάτως γνώσεται. πολλάκις γοῦν ἐπισκεπτομένου τὸν κάμνοντα καὶ θεραπεύοντος τοῦ ἰατροῦ δοῦλός τις ἐπεισελθὼν ἤγγειλεν ἀφῖχθαι τόνδε τινὰ ἄνθρωπον ἐπισκέψασθαι βουλόμενον αὐτόν, εἶτα παραχρῆμα ποτὲ μὲν ἡσθεὶς ἐφάνη πρὸς τὴν ἀκοὴν ὁ νοσῶν, ἔστι δ' ὅτε μεγάλως ἀνιαθεὶς, ὡς ἐνοχλεῖσθαι μέλλων ὑπ' ἀνθρώπου μὴ φιλοῦντος αὐτὸν ἀληθῶς, ἀλλὰ προσποιουμένου. καὶ χρὴ τηνικαῦτα τὸν ἰατρόν, ὅταν εἰσέλθῃ τις, ὃν ὁ κάμνων οὐχ ἡδέως ὁρᾷ, μετὰ βραχὺ κελεύειν ***ἀξιοπίστως ἡσυχάσαι συμφέρειν τῷ κάμνοντι καὶ κατὰ ταύτην τὴν πρόφασιν ἐξελθεῖν ἀξιοῦν εὐθὺς ἐξ αὐτοῦ πάντας <τοὺς παρόντας>. εὔδηλον γὰρ ὅτι συνεξελθόντες ἐν τῷ παραυτίκα τοῖς μὴ φίλοις οἱ φίλοι μετ' ὀλίγον εἰσελθεῖν δυνήσονται. τὰ μὲν οὖν τοιαῦτα θεά|