Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.138
Not analysed yet
συντιθεὶς ἐναντίον αὐτοῦ. |ἀξιοῖ δὲ ταῦτα καθαρῶς ἐργάζεσθαι καὶ γέγραπταί γε κατ' ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ καθαρῶς τὸ "καθαρείως". ἔστι δὲ τοῦτο πρῶτον μέν, εἰ μηδένα ῥύπον ἔχει τὰ σκεύη, δι' ὧν προσφέρεται τὰ ποτὰ καὶ βρωτά, δεύτερον δέ, εἰ μηδὲ τῶν ἄλλων τι δι' ὧν ὑπηρεσία γίνεται. πολλάκις γὰρ αὐτὸ μὲν ἐν ᾧ περιέχεται τὸ προσφερόμενον ἔδεσμα καὶ πόμα καθαρόν ἐστιν, ἐν ᾧ δὲ ψυχρὸν ὕδωρ ἢ θερμὸν ὁ ὑπηρετούμενος ἔχει ῥυπαρόν, ὥσπερ γε καὶ τῶν ἄλλων τι σκευῶν ἐνίοτε τῶν πρὸς ὑπηρεσίαν ἀνηκόντων οὐ καθαρὸν φαίνεται. καὶ πρὸς τούτοις γε καὶ αὐτὸς ὁ ἰατρός, ὃν πρῶτόν τε καὶ μάλιστα τάς τε χεῖρας ἔχειν χρὴ καθαρωτάτας καὶ τὸ πρόσωπον καὶ τὰς τρίχας ἐπί τε τοῦ γενείου καὶ τῆς κεφαλῆς, ἐφεξῆς δὲ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, ὥσπερ γε καὶ τὴν ἐσθῆτα λαμπράν. <Ἢ ἃ ὁρῇ. >Ἃ βλέπει, φησίν, ὁ κάμνων, καὶ <ταῦτ' ἐστὶ τῶν χαρίτων,> τουτέστι καὶ τοὺς ἐπισκοπουμένους καὶ τὰ κατὰ τὸν οἶκον, ἐν ᾧ νοσεῖ, τούτων τε οὖν οὐδὲν αὐτὸν ἀηδῶς ὁρᾶν χρὴ καὶ τῶν ὑπηρετουμένων ἐκείνους παρεῖναι διὰ παντός, οἷς μάλισθ' ἥδεται, καὶ τῶν ἐπισκοπουμένων |